Translation of Ignatius Theophorus, bishop of Antioch and Roman martyr
Ex Historia Ecclesiastica, cap. 16
Τότε καὶ Ιγνάτιος ὁ θεσπέσιος ὡς Ιωάννῃ τῷ Ῥήτορι σὺν ἑτέροις ἱστόρηται. ἐπειδή γε, ὡς ἐβούλετο, τάφον τοὺς τῶν θηρίων ἐσχηκὼς γαστέρας, ἐν τῷ τῆς Ῥώμης ἀμφιθεάτρῳ καὶ διὰ τοῦ ὑπολειφθέντων ἁδροτέρων ὀστῶν ἃ πρὸς τὸῦ Ἀντιόχου ἀπεκομίσθη ἐν τῷ καλουμένῳ κοιμητηρίῳ μετατίθεται πολλοῖς ὕστερον χρόνοις ὑποθεμένου τοῦ παναγάθου Θεοῦ Θεοδοσίῳ τὸν Θεοφόρον μείζοσι τιμῆσαι τιμαῖς, ἱερόντε πάλαι τρῖς δαίμοσιν ἀνείμενον. Τυχαῖον τοῖς ἐπιχωρίοις ὠνόμαστο, τῷ ἀθλοφόρῳ καὶ Μάρτυρι ἀναθεῖναι. Καὶ σηκὸς εὐαγὴς καὶ τέμενος ἅγιον τῷ Ιγνατίῳ τὸ πάλαι τυχαῖον γέγονε, τῶν ἱερῶν αὐτοῦ λειψάνων μετὰ πομπῆς ἱερᾶς ἀνὰ τὴν πόλιν ἐπ᾽ ὀχήματος ἐνεχθέντων, καὶ κατὰ τὸ τέμενος τεθέντων. Ὅθεν καὶ δημοτελὴς ἑορτὴ καὶ πάνδημος εὐφροσύνη μεχρὶ ἡμῶν τελεῖται, πρὸς τὸ μεγαλοπρεπέστερον τοῦ ἱεράρχου Γρηγορίου ταύτην ἐξάραντος.