Translation of Caesarius of Terracina to Rome
§1) Βασιλεύοντος τοίνυν τοῦ εὐσεβεστάτου βασιλέως Οὐαλεντινιανοῦ, ἐν τῷ καιρῷ ἐκείνῳ τῆς τῶν Ῥωμαίων ἐκκλησίας Δάμασος ὁ ἁγιώτατος ἐπίσκοπος προεκαθέζετο · ἦν γὰρ ἀνὴρ μεγάλης φρονήσεως τε καὶ σοφίας. οὕτινος τοῖς διδάγμασιν καὶ ταῖς συμβουλίαις ὁ προειρημένος Αὔγουστος ὑπήκοος ἦν, ὥστε ἰδέσθαι αὐτοὺς ὑπὸ τῆς θείας χάριτος ἐμπεριεχομένους. ἐγένετο οὖν ἐν τῷ πάσας τὰς προτροπὰς ἴσως διαφέρειν ἐκ τῆς συνέσεως τοῦ πατριάρχου ὥστε Εὐδοξίαν Θεοδοσίου τοῦ ἐν ὁσίᾳ τῇ μνήμῃ θυγατέρα εἰς συζυγίαν βούλεσθαι. ἥνπερ καὶ δεξάμενος ὁ ἐν ὁσίᾳ τῇ μνήμῃ Οὐαλεντινιανὸς, δύο θυγατέρας ἐξ αὐτῆς ἔσχηκεν. ἡ μὲν πρεσβυτέρα τῷ τῆς γεννησαμένης μητρὸς ὀνόματι ἐκέκλητο, ἡ δὲ μικροτέρα Γάλλα Πλακιδία ἐπονομάζετο. ἡ μεγαλωτέρα νέα οὖσα ἐτελεύτησεν. τοίνυν τῷ Αὐγούστῳ τῇ μικροτέρᾳ θυγατρὶ σφοδρότατος ἐπεφέρετο ἔρως, διότι μονωτάτη αὐτῷ ἐγκαταλέλειπται. Εὐδοξία δὲ ἣν προέφημεν Θεοδοσίου τοῦ μεγάλου βασιλέως θυγατὴρ ἐτύγχανεν. ἥτις μετὰ τοῦ ἐν ὁσίᾳ τῇ μνήμῃ Ὁνορίου τὴν τοῦ πανευφήμου ἀποστόλου Παύλου ἐκκλησίαν ἐθεμελίωσεν · ἡ δὲ αὐτὴ Εὐδοξία τοσοῦτον εἰς τὴν τοῦ Χριστοῦ πίστιν καὶ ἀγάπην προέκοψεν ὥστε καὶ τὴν τοῦ κορυφαίου ἀποστόλου Πέτρου ἐκκλησίαν, ὅπου ἡ τιμία κατήνα, ἥτις Βίγκουλα ἐπονομάζεται, ἐν τῇ πολει Ῥώμῃ ᾠκοδόμησεν · ἥτις ἔως σήμερον Εὐδοξίας κέκληται. ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
§2) Τοιγαροῦν ὁ μακαριώτατος Πάπας Δάμασος τοὺς φιλευσεβεῖς βασιλεῖς ἐξαιτησάμενος τοὺς σύνεγγυς τῆς πόλεως κήπους αὐτῷ ἐπιδούναι, ἐν οἷς τοῦ τρισμακαρίου Λαυρεντίου τοῦ μάρτυρος ἐκκλησίαν οἰκοδομήσειεν, οὕσπερ εὐθὺ δοθῆναι αὐτῷ ἐκέλευσεν. ἐν ᾧ τόπῳ παραχρῆμα τὰ θεμέλια βαλὼν, ὁ ἁγιώτατος πάπας ἐκκλησίαν, τοῦ Χριστοῦ συνεργοῦντος, ἐποικοδομεῖ. ὅπερ ἀκούσασα ἡ βραχυτάτη θυγατὴρ τοῦ βασιλέως ἐν τῷ ἀκμὴν τὰ θεμέλια ἐπιτιθεσθαι, ὀργῇ πολλῇ ἐξαφθεῖσα, ἀνάξιον εἶναι τοῦτο ἐλογίσατο. διότι ἐν αὐτοῖς τοῖς κήποις βασταζομένη καὶ ἐφεπομένη προέρχεσθαι εἴωθεν, καὶ εἴ τι δ᾽ ἂν ἦν αὐτὴ κατὰ νηπιότητα τερπομένη, ἐκεῖ συχνοτέρως εὑρίσκετο. ἐν τῷ οὗν ἐν αὐτῷ τῷ τόπῳ σπουδαίαν προσεγγίζειν, δἰ ἑαυτῆς καὶ τῶν θεραπαινίδων αὐτῆς τὰ θεμέλια τὰ ἑπιτεθέντα καταστρέψαι διενοεῖτο · ὅπερ ἐπιχειρήσασα εὐθέως ὑπὸ ἀκαθάρτου πνεύματος σπαράττεσθαι ἤρξατο · ὅθεν οἱ μὲν αὐτῆς γονεῖς οἱ αὔγουστοι καὶ πᾶς ὁ τῶν Ῥωμαίων λαὸς θλίψιν καὶ πένθος διὰ πολλῶν ἡμερῶν ἐσχήκασιν.
§3) Ἐν τῷ οὖν μεταξὺ πρὸς διάφορα ἁγίων λείψανα προσφέρεσθαι οὐδεμίαν ἴασιν ἐκαρπώσατο · ἀκούσαντες δὲ ὅτι ἐν τῇ νήσῳ ἥτις Χίον ἐπονομάζεται, τοῦ μακαρίου Ἰσιδώρου μάρτυρος ἐν ᾗ τὸ σῶμα κατάκειται, ἐν ᾧ τόπῳ ὁ ἐνοχλούμενος ὑπὸ πνεύματος ἀκαθάρτου καὶ ἤρχετο ἐκεῖσε τὴν ἴασιν παραυτίκα ἐκομίζετο, συνῄνεσαν οὖν τοῖς Αὐγούστοις ὥστε τὴν θυγατέρα αὐτῶν, εἰ ἦν δυνατὸν, κατὰ τοῦ τῆς Καμπανίας αἰγιαλοῦ πρὸς αὐτὸν τὸν μάρτυρα ἀπελθεῖν · καὶ ἐμβαλόντες αὐτὴν ἐν βαστερνίῳ, ἐπειδὴ οὐδὲ ἄλλως ἦν δυνατὸν διὰ τὴν λεπτότητα βασταχθῆναι διὰ τὸ συχνῶς ἐνοχλεῖσθαι ὑπὸ τοῦ πνεύματος καὶ λιποθυμεῖν · ὅμως οὖν ἐν τῇ πόλει προελθούσης τῇ ἐπονομαζομένῃ Τερρακίνῃ, ἥστινος πόλεως ὁ μακάριος Φίλιξ ἦν ἐπίσκοπος, ὃς καὶ μετὰ πάσης τιμῆς αὐτὴν ὑπεδέξατο, εἰσελθεῖν δὲ αὐτὴν εἰς τὴν πόλιν οὐκ εἴασεν, ἀλλὰ διὰ τῶν ἁγίων αὐτοῦ εὐχῶν καὶ νουθεσιῶν εἰς τὸν τοῦ ἁγίου μάρτυρος Καισαρίου ναὸν ἀνακλίνεσθαι προσέταξεν. ἐν τῷ οὖν ἔγγιστα τοῦ σεβασμίου λειψάνου κεῖσθαι αὐτὴν, τοιαύτην ὁ μακαριώτατος ἐπίσκοπος εὐχὴν προσῆξε τῷ θεῷ λέγων · «Κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ταύτην τὴν κόρην γεννηθῆναι κελεύσας καὶ δοὺς αὐτῇ πνεῦμα ζωῆς, ὁ πάντων ὢν ἐπιγνώστης, οὐκ ἄξιόν ἐστιν ἵνα τὸ πνεῦμα ὃ δοθῆναι αὐτῇ ἐκέλευσας ἡ τοῦ διαβόλου ἐξουσία δυναστεύσῃ · ἐν τῇ σῇ οὖν, Κύριε, μεγαλότητι ύποκύπτομεν, ὅπως αὐτὴν εἰς τὸ ἀρχαῖον ἀνακαινίσῃς πνεῦμα καὶ εἰς τὴν προτέραν ἐπιστρέψῃς σωτηρίαν, ὅπως διὰ τῶν τοῦ μάρτυρος ίκεσιῶν σεσωσμένῳ νοΐ καὶ καθαρῷ συνειδότι εἰς τὴν ἐκκλησίαν σου, εἰς ἣν ἥμαρτεν, εὐχὰς ἐν αὐτῇ ἐκτελέσῃ». καὶ πάντες ἀπεκρίθησαν τὸ · «Ἀμήν».
§4) Λοιπὸν ὁ προειρημένος ἁγιώτατος ἐπίσκοπος ἐν κλαυθμῷ καὶ νηστείαις ἑαυτὸν ἐκδέδωκεν, ὥστε ἐν τῇ τρίτῃ ἡμέρᾳ ἡ κόρη θεοῦ χάριτι ἰάσεως ἔτυχεν, τοιαύτην δἰ αὐτῆς μαρτυρίαν ἐξηγουμένη, ὅτι τῷ μεσονυκτίῳ ἀνὴρ ἅγιος ἐλθὼν ἐπεφάνη, στολὴν ἐνδεδυμένος, ἐν θέᾳ λαμπροτάτῃ, καὶ φησιν αὐτῇ · «Τὸ τῶν ἁμαρτωλῶν πῦρ οὐκ ἄλλως εἰ μὴ διὰ τῆς τῶν δακρύων πηγῆς σβέννυται. Φίλικος οὖν τοῦ ἁγιωτάτου ἐπισκόπου παρακαλοῦντος τὸν θεὸν, ἐξῆλθεν αὐτὴ ὑγιής». ἐν τῷ οὖν τὸν ἁγιώτατον ἐπίσκοπον ἐπερωτᾶν αὐτήν · «Πῶς καὶ ποίῳ τρόπῳ γέγονας ὑγιὴς;» ἀποκριθεῖσα ἡ κόρη ἔφη · «Καισάριον ἑαυτὸν ὀνομάξειν διεμαρτύρατο ὁ φανείς μοι · εὐθέως οὖν ἐκ τοῦ ἐμοῦ στόματος ὥσπερ ὄφιν ὲξήνεγκεν, ἑτέρῳ τῷ ὄντι μετ᾽ αὐτοῦ δέδωκεν εἰπὼν · «Ἐν τῷ τῆς θαλάσσης βυθῷ μετὰ πάσῃ σπουδῇ καταπόντισον» · καὶ ποιήσας σφραγῖδα ἐν τῷ στόματί μου καὶ ἐν τοῖς ὠσίν μου, ἀφανὴς ἐγένετο. Ἐγὼ δὲ εἰς ἑαυτὴν ἐπανελθοῦσα, ταῦτα διεμήνυσα τῷ ἁγιωτάτῳ ἐπισκόπῳ. ὅστις οὖν ὁ ἐπίσκοπος ἀκούσας καὶ ἱλαρὸς γενόμενος, εὐθέως τῷ ὄρθρῳ θυσίαν τῷ θεῷ προσενέγκας, τὰ θεῖα μυστήρια ἱερούργησεν». παρ᾽ αὐτὰ οὖν τὴν φήμην τῆς αὐτῆς σωτηρίας ταχέως ἐμήνυσαν · ἥτις τοῖς τῶν αὐγούστων ὡσὶν ἀκουτισθεῖσα, εὐθέως ἐν τῇ πόλει Τερρακίνῃ οὐ μετ᾽ ὀλίγου λαοῦ προσεγγίζειν παρεσκεύαζεν · εἰς ἣν παραγεγονότες, εὑρίσκουσιν τὸν ἁγιώτατον ἐπίσκοπον θυσίαν τῷ θεῷ προσκομίζοντα καὶ τὴν αὐτῶν θυγατέρα προσφορὰν τῷ κυρίῳ προσάγουσαν. τούτων οὖν ἐκτελεσθέντων, τὸν ἁγιώτατον ἐπίσκοπον ὑπὲρ ἐκ περισσοῦ ἐτιμήσαντο, τῷ δὲ μακαρίῳ Καισαρίῳ τῷ μάρτυρι πολλὰ χαρίσματα ἐδωρήσαντο.
§5) Ἤδη τοίνυν ἐν τῷ πολλὰ ἐπακολουθεῖν τὰ προγεγενημένα βραχέως λέξομεν. τότε οὖν Οὐαλεντινιανὸς ὁ Αὔγουστος μετὰ τῆς Εὐδοξίας τῆς συμβίου αὐτοῦ τὴν αὐτὴν βαστέρναν, ἐν ᾗ τὴν θυγατέρα ἀσθενῆ ἀπήγαγον, ἐκ χρυσοῦ καὶ ἐλεφαντίνου ἐκόσμησαν, καὶ μέρη τινὰ τῶν ἁγίων λειψάνων Καισαρίου καὶ Ἰουλιανοῦ βαλόντες ὅ τε βασιλεὺς καὶ ἡ τῶν Ῥωμαίων ποίμνη ἐν τῇ αὐτῇ βαστέρνᾳ, οἵτινες ὁμοῦ συνελθόντες μετὰ τῆς τοῦ βασιλέως θυγατρὸς, ἰδίοις ποσὶν ὑπέστρεφον · καὶ διὰ τῶν ἱερῶν ὤμων τὴν βαστέρναν βαστάξαντες μετὰ πλείστων φωταψιῶν καὶ μύρων, ἐν τῷ τῶν Ῥωμαίων παλατίῳ κατέθεντο ἐν σεμνοπρεπεστάτῳ καὶ βασιλικῷ κουβουκλίῳ διὰ τοῦ μακαρίου πάπα Δαμάσου, ὅστις τοῦ αὐτοῦ εὐκτηρίου κτήτωρ ἐδείχθη · ἐν ᾧ ἀτελέυτητα χαρίσματα ἐν τοῖς κοσμήμασιν ὑπὸ τῶν Αὐγούστων ἐδόθησαν · ἐν ᾧ τόπῳ πολλὰ θαύματα ἐπιτελοῦνται εἰς δόξαν καὶ εἰς καύχημα τῆς ἐκκλησίας.