Greek Hagiography
A preliminary digital legendarium

Passion of Caesarius and Julianus, martyrs of Terracina


Κεφάλαιον Αʹ. Caesarius ex Africa Terracinam veniens, dirum iuvenis sacrificium improbat; mittitur in carcerem.

§1) Τῷ καιρῷ ἐν ᾧ Κλαύδιος τὴν ἑαυτοῦ μητέρα ξίφει ἀνεῖλεν, ὑπὸ τοῦ θυμοῦ πλεῖον ἐμμανὴς τοιαύτην διάταξιν κατὰ πάσης τῆς οἰκουμένης ἐξέθετο, ὅπως ἅπαντες ἀπὸ τῆς τῶν θεῶν θρησκείας μὴ ἐγκλίνωσιν, ἀλλὰ τὰς συνήθεις αὐτῆς ἐπιτελεῖν ἤγουν προσφέρεσθαι θυσίας. Τῷ οὖν καιρῷ ἐκείνῳ ἐν ᾧ ἑαυτοῦ παράνομοι διατάξεις ἅπασιν κατάδηλοι γεγόνασιν, ἦν τις ἀρχιερεὺς τῆς τῶν εἰδώλων θρησκείας θεραπευτὴς ὑπάρχων, τοὔνομα Φιρμίνος, πόλεως Καμπανίας ἥτις κέκληται Τερρακίνα.

§2) Οὕτως τοίνυν τὸ ἀσεβὲς καὶ ἀθέμιτον τοῦτο διεπράττετο ἔργον ἐφ᾽ ἑκάστῳ ἐνιαυτῷ κατὰ τὴν ἡμέραν τῶν καλανδῶν ἰανουαρίων, ὥς φησιν, ὑπὲρ τῆς σωτηρίας τῆς πολιτείας καὶ τῶν ἀρχόντων, ὑπονοσσεύων τοὺς ἀφιλεστέρους · ἀνθρώπους, οὓς καὶ ἤπολλεν ἡδυφαγίαις τισὶν καὶ κοσμήμασιν ἐξαπατῶν τούτους, ὡς εἴρηται, ὅπως ὡς ἂν εἰ διὰ τῆς πολιτείας καινὸν ὄνομα ἐκτελέσωσιν ὠμοτάτης παρρησίας · οἳ καὶ λαβόντες θησαυροὺς καὶ κόσμον πολὺν λόγῳ ἵππων ἔτι δὲ καὶ ὅπλα πολεμικὰ δεξάμενοι, σὺν αὐτοῖς κρημνίσωσιν ἑαυτοὺς, ὥς φησιν ἔπαινον νομίζεσθαι παρὰ τῶν ἐν τῇ πόλει Τερρακίνῃ οἰκούντων.

§3) Καὶ ἰδού τις νεανίας ὡραῖος τῇ ὄψει πάνυ διάγων ἐν τῇ αὐτῇ πόλει ὀνόματι Λουκιανὸς, ὅστις τοῖς τοῦ σώματος πάθεσιν καὶ λαγνείαις ἀνετρέφετο πάντοτε κατεξαίρετον δὲ κατὰ τὴν ἡμέραν τῶν καλανδῶν ἰανουαρίων, καὶ τοῦτο διαγέγονεν ἕως τῆς αὐτοῦ ἀναιρέσεως. Τοίνυν κατ᾽ ἐκεῖνον τὸν καιρὸν καταλαβὼν ὁ μακάριος Καισάριος ὁ διάκονος ἀπὸ τῆς Ἄφρων χώρας, κατήντησεν ἐν τῇ πόλει τῇ ἐπονομαζομένῃ Τερρακίνῃ.

§4) Καὶ ἰδὼν τὸν αὐτὸν νεανίαν παρερχόμενον ὡραῖον πάνυ, Λουκιανόν φημι, ἐπυνθάνετο παρά τισιν τῶν πολιτῶν τί ἄρα δοκεῖ ἡ κόσμησις αὐτὴ ὑπάρχει. οἱ οὖν πολῖται εἶπον αὐτῷ · «Εἰς ἀναίρεσιν τοῦ σώματος αὐτοῦ ἔστιν ἡ τοιαύτη κόσμησις». πρὸς οὓς ὁ μακάριος Καισάριος ὁ διάκονος ἔφη · «Ὁρκίζω ὑμᾶς τὸν θεὸν τὸν παντοκράτορα, ἳνα μοι κατάδηλον ποιήσητε τὸ δι᾽ ἣν αἰτίαν ἡ κακότεχνος ἐπίνοια αὐτὴ ἔστιν».

§5) Πρὸς ὃν ἀποκριθέντες οἱ πολῖται εἰπον · «Οὗτος ἀνατρέφεται ὡς ἀρεστὸν αὐτῷ εἶναι δοκεῖ. πρὸ γὰρ ἓξ ἢ καὶ ὀκτὼ μηνῶν τοῦ καιροῦ τῆς αὐτοῦ κοσμήσεως, ἀνελθὼν εἰς τὸ ὄρος τὸ πρὸς θάλασσαν βλέπον, καὶ καταβληθεὶς ὑπὸ τοῦ ἵππου αὐτοῦ, ὥς φησιν, ὑπὲρ σωτηρίας τῆς πολιτείας καὶ τῶν ἀρχόντων, ἀλλὰ μὴν καὶ ὑπὲρ τῆς τῶν πολιτῶν εὐημερίας, ἔτι δὲ καὶ τὸ ὄνομα αὐτὸν ἔχειν καινῆς δόξης, αὐτὸς ἑαυτὸν ἐκρήμνισεν καὶ παρέδωκε τῷ θανάτῳ. οὕτινος τὸ σῶμα μετὰ μεγάλης τιμῆς συστέλλεται καὶ ἐν τῷ ναῷ τῶν θεῶν ἡμῶν ἀπάγεται, κἀκεῖσε πυρίκαυστον συντελεῖται. καὶ ἡ τέφρα αὐτοῦ ἐν τῷ αὐτῷ ναῷ τῶν θεῶν εἰς σωτηρίαν τῆς πολιτείας καὶ τῶν πολιτῶν ἀποτίθεται».

§6) Τότε ὁ μακάριος Καισάριος ὁ διάκονος ἀκηκοὼς τὸ δυσσεβὲς τοῦτο ἀτόπημα, ἔφη πρὸς πάντα τὸν περιεστῶτα αὐτῷ λαὸν · «Ὡς ἀτυχέστατοι ὑμεῖς ὑπάρχετε, οἵτινες παραδίδοτε ψυχὰς ἀθώους εἰς ἀπώλειαν τῷ διαβόλῳ, οἵτινες οὔτε έν τῷ νῦν, οὔτε ἐν τῷ μέλλοντι αἰῶνι ζωὴν αἰώνιον κληρονομῆσαι δυνήσεσθε». ἐν ταῖς ἡμέραις ἐκείναις ἐν αἷς ταῦτα ἐπράττοντο, ἧν ὁ μακάριος Καισάριος ἐν αὐτῇ τῇ πόλει κρυπτόμενος μέχρι τῆς ἡμέρας τῶν καλανδῶν ἰανουαρίων παρά τινι χριστιανῷ, δούλῳ θεοῦ ὑπάρχοντι ἐν τῷ λεληθότι, οὕτως ἀμφότεροι εὐχαῖς καὶ ἀγρυπνίαις ἐπιτελοῦντες τῷ θεῷ καὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, καὶ ψάλλοντες νυκτὸς καὶ ἡμέρας διηνεκῶς.

§7) Καταλαβούσης δὲ τῆς ἡμέρας τῶν καλανδῶν ἰανουαρίων, ἐγένετο συνδρομὴ παντὸς τοῦ λαοῦ τῶν πολιτῶν, καὶ ἐλθὸν ἅπαν τὸ πλῆθος εἰς τὸν ναὸν τοῦ Ἀπόλλωνος, ἤγαγον τὸν αὐτὸν ἄνδρα Λουκιανὸν νεανίαν πάνυ ὡραιότατον τοῦ ἐπιθῦσαι πρῶτον θυσίαν ὑπὲρ σωτηρίας τῆς πόλεως καὶ τῶν πολιτῶν.

§8) Ἐλθὼν δὲ ὁ μακάριος Καισάριος ἤρξατο κράζειν καὶ λέγειν · «Ἄνδρες σοφοὶ, τί ποιεῖτε τὸ ἄθεμι καὶ παράνομον ἀτόπημα τοῦτο; οὐχὶ δίκαιόν ἐστιν ἵνα ὑπὲρ τὴν ζωὴν τῷ θανάτῳ παραζώσητε τοὺς ἀνθρώπους; ὦ ποῖον αἰσχρὸν τῷ θανάτῳ παραδοθῆναι αἶμα ἀθῶον».

§9) Αὐτῇ τῇ ὧρᾳ μετὰ τὴν θυσίαν ἐπέβη ὁ νεανίας μετὰ τοῦ ἵππου, καὶ συσχεθεὶς μανίᾳ ἤρξατο θυμομαχῶν ἐλαύνειν τὸν ἵππον, καὶ ἀνελθὼν εἰς τὸ ὄρος ἐκρήμνισεν ἑαυτὸν καὶ οὕτως ἀπέθανεν.

§10) Ὅπερ θεασάμενος ὁ μακάριος Καισάριος ἐβόα λέγων · «Οὐαὶ τῇ πολιτείᾳ καὶ τοῖς ἄρχουσιν οὕτινες ταῖς τοῦ βίου ματαίαις ὀνηροπολίαις συμπεφυρμένοι περιπλέκονται, ἔτι δὲ καὶ τῇ ἐκχύσει τῶν ἀθώων αἱμάτων σιτεόμενοι ἐπιτέρπονται · ἵνα τί οὕτως ἀπολλύετε ψυχὰς ἀνθρώπων τῇ τοῦ διαβόλου ἀπάτῃ χλευαζόμενοι;»

§11) Ἀκούσας δὲ ταῦτα Φιρμίνος ὁ ἀρχιερεύς τῶν εἰδώλων, καὶ ἑωρακὼς τὸν μακάριον Καισάριον φήσαντα ταῦτα, ἐκέλευσεν αὐτίκα κρατηθῆναι αὐτὸν μετὰ πάσης ἀσφαλείας καὶ τοῦτον κατακλεισθῆναι ἐν τῇ δημοσίᾳ εἱρκτῇ. Τὸ δὲ σῶμα τοῦ δυσσεβοῦς Λουκιανοῦ κιανοῦ ἐκέλευσεν ἐπιμελῶς συναχθῆναι, καὶ κατὰ τὸ εἰωθὸς αὐτῷ ἀπήγαγεν εὶς τὸν ναὸν τοῦ Ἀπόλλωνος, καὶ τοῦτο πυρὶ ἀνήλωσεν · καὶ οὕτως θυσίαις ἐκόσμησεν τὸν ναὸν τοῦ Ἀπόλλωνος.

Κεφάλαιον Βʹ. Caesarius a Leontio consulari Campaniae ad sacrificandum frustra sollicitatur. Eius precibus templum Apollinis corruit et ruina Firminum pontificem opprimit.

§12) Μετὰ οὖν ἡμέρας ὀκτὼ ἦλθεν Λουξούριός τις ὀνόματι, πρῶτος ὑπάρχων Τερρακίνης τῆς πόλεως, ἅμα Φιρμίνῳ τῷ ἀπχιερεῖ πρὸς τὸν μακάριον Καισάριον ἔνθα ἧν κατακεκλεισμένος, καὶ ἐξήνεγκαν αὐτὸν ἐκ τῆς φυλακῆς · ὅν καὶ ἄγοντες ἔστησαν δημοσίᾳ ἐν μέσῳ τῆς ἀγορᾶς τῆς πόλεως Τερρακίνης, καὶ ᾐτήσαντο τὸν ὕπατον τῆς Καμπανίας, ὅστις ἧν ἐν ἐκείναις ταῖς ἡμέραις ὕπατος καθεζόμενος εἰς Φουντάναν τὴν πόλιν οὕτω καλουμένην, ὅς ἐκέκλητο Λεόντιος τοὔνομα.

§13) Πυνθανόμενος οὗν ταῦτα ὁ ἀυτὸς ὕπατος Λεόντιος, μετὰ πολλοῦ θυμοῦ ἐπέβη τῇ πόλει Τερρακίνῃ · τρίτης ἤδη ἡμέρας παρελθούσης ἐν αἷς ἦν ὁ μακάριος Καισάριος ἄσιτος διαμείνας, καὶ τοῦ σώματος αὐτοῦ λοιπὸν ἐκτακέντος ἐν μέσῳ τῆς ἀγορᾶς ἴστάμενος · ὃν καὶ παρέδωκαν τῷ αὐτῷ Λεοντίῳ τῷ · παραχρῆμα δὲ αὐτῇ τῇ ὥρᾳ ὁ παράνομος Λεόντιος ἤρξατο ἐπερωτᾶν τὸν μακάριον Καισάριον τούτοις τοῖς λόγοις διὰ φωνῆς τοῦ κήρυκος, λέγων οὕτως · «Λέγε μοι, σὺ τίς κέκλησαι; ὁ δὲ μακάριος ἀποκριθεὶς ἔφη αὐτῷ · Καισάριος λέγομαι ἁμαρτωλὸς, διάκονός εἰμι ἀνάξιος». Λεοντιος ὕπατος ἔφη · «Δοῦλος εἶ ἢ εὐγενὴς;» ὁ ἄγιος Καισάριος εἶπεν · «Δοῦλός εἰμι τοῦ ἀληθινοῦ θεοῦ τοῦ ἐν τοῖς οὐρανοῖς, καὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ μονογενοῦς, τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ».

§14) Λεόντιος ὕπατος εἶπεν · «Ὡς ἔοικεν, οὐκ ἀκήκοας τί προσέταξαν διὰ θείων αὐτῶν χαραγμάτων οἱ δεσπόται ἡμῶν καὶ ἀήττητοι βασιλεῖς». ὁ ἅγιος Καισάριος εἶπεν · «Οὐχί». Λεόντιος ὕπατος εἶπεν · «Τοῦτο προσέταξαν παντί τε καὶ πανταχοῦ ὅπως ἅπαντες ὑποκύψωσιν καὶ θυσίας προσαγάγωσιν τοῖς μεγίστοις ἡμῶν θεοῖς · δέον οὖν ὑπάρχει ἐξακολουθῆσαί σε τοῖς προστάγμασιν τῶν κρατούντων, καὶ σπεῖσαι θυσίας τοῖς θεοῖς ἡμῶν ὡς ἅπαντες». ἀποκριθεὶς ὁ ἅγιος μάρτυς τοῦ Χριστοῦ εἶπεν πρὸς αὐτόν · «Ἄκουσον, ὑπατικέ. ἀληθῶς οὕτως προσέταξαν ὡς ἀφρονέστατοι παρὰ πάντας ἀνθρώπους ὑπάρχοντες». Λεόντιος ὕπατος εἶπεν · «Οὐκ οἶδας ὅτι διὰ τὴν σωτηρίαν ἁπάντων τοῦτο προσέταξαν;» ὁ ἅγιος Καισάριος ἔφη. «Τί γὰρ σὺ οὐκ οἶδας ὅτι ἣν λέγεις σωτηρίαν εἶναι, θάνατος πάντων ὑμῶν ἐστιν;» Λεόντιος ὕπατος εἶπεν αὐτῷ · «Διὰ τί θάνατον αὐτὴν ἀποκαλεῖς καὶ οὐχὶ μᾶλλον πάντας ζωοῦσαν;» ὁ ἅγιος Καισάριος εἶπεν · «Διὰ τί πλανᾶσθε ἐξαπατώμενοι τοῖς μύθοις; ὦ σωτηρία ἡ ἀναιροῦσα μὲν τοὺς ἀνθρώπους, ζωοποιῆσαι δὲ μὴ δυναμένη, ἀλλὰ πάντας ἀποπλανῶσα καὶ ἀπολλῦσα».

§15) Ἀκούσας δὲ ταῦτα ὁ ὕπατος ἔφη πρὁς τὸν μακάριον · «Ἄκουσόν μου, Καισάριε, καὶ προσελθὼν θῦσον τοῖς θεοῖς τοῖς μεγίστοις, ἐπεὶ ἐν σοὶ ὄψῃ κολαστήρια ἃ οὐ δύνασαι ἐπενεγκεῖν». ἀποκριθεὶς δὲ ὁ ἅγιος Καισάριος εἶπεν αὐτῷ · «Ποίει ὅ βούλει · ἐμὲ γὰρ οὐδ᾽ ὅλως δυνήσονται αἱ ἀπηλαί σου ἢ αἱ βάσανοί σου πτωῆσαι ἢ μετασαλεῦσαι ἀπὸ τῆς εἰς Χριστὸν ὁμολογίας. τοῦ θεοῦ μου γὰρ ἐνδυναμοῦντός με, καταπατῆσαι ἔχω τὸν ἐχθρόν μου, τὸν πατέρα σου, τὸν διάβολον, ὑπὸ τοὺς πόδας μου. οὐαὶ δὲ ὑμῖν τοῖς ἀσεβέσιν, διότι ἐκδέχονται ὑμᾶς αἰώνιαι κολάσεις, Βασανίζουσαι ὑμᾶς εἰς τὸ διηνεκές». ταῦτα ἀκούσας ὁ ὕπατος ἐκέλευσεν τῆς τάξεως αὐτοῦ ἑτοιμᾶσαι αὐτῷ τὸ ὄχημα, καὶ τούτου ἀχθέντος ἔφη πρὸς αὐτούς · «Πορευθῶμεν ἕως τοῦ σεπτοῦ ναοῦ τοῦ μεγάλου Ἀπόλλωνος» · τότε προσέταξεν τὸν μακάριον Καισάριον γυμνωθέντα αὐτὸν δεδεμένον ἔμπροσθεν τοῦ ὀχήματος αὐτοῦ σύρεσθαι ἕως τοῦ ναοῦ τοῦ Ἀπόλλωνος.

§16) Ἐλθὼν οὖν πλησίον τοῦ ναοῦ, ὁ μακάριος τὰς χεῖρας ἔχων δεδεμένας μέσον τῶν στρατιωτῶν προσηώξατο λέγων · «Ὁ θεὸς πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, σὲ ἐπικαλοῦμαι, δέσποτα, κύριε παντοκράτωρ, ὅτι σοι μόνῳ πάντα κατάδηλά εἰσιν, μὴ ἐγκαταλείπῃς με, ἀλλ᾽ ἔπιδε ἐπὶ μοὶ τῷ ἁμαρτωλῷ καὶ ἐπὶ πάντας τοὺς πεποιθότας ἐπὶ σοί». καὶ ταῦτα εἰπὼν, ἄφνω συνέπεσεν ὁ ναὸς τοῦ Ἀπόλλωνος καὶ ἀνεῖλεν Φιρμίνον τὸν ἀρχιερέα μετὰ πλήθους λαοῦ.

§17) Πυθόμενος οὖν ταῦτα Λουξούριός τις ὀνόματι, ὃς ἦν πρῶτος τῆς πόλεως Τερρακίνης, δραμὼν ἐβόα λέγων · «Ὑπατικὲ, ἄκουσον Καισαρίου τοῦ δυσσεβοῦς, πῶς ᾠδαῖς μαγικαῖς ἐπιφωνεῖ». Λεόντιος ὕπατος εἶπεν · «Ἔγνωμεν ἅπαντες» · καὶ ἐπιστραφεὶς πρὸς τὸν μακάριον Καισάριον ὁ Λουξούριος ἔφη · «Σήμερον εἰς σὲ ἐξάπτεται ὁ θυμός μου». καὶ πρὸς αὐτὸν ὁ μακάριος εἶπεν · «Ἐγὼ τοῦ θεοῦ βοηθοῦντός μοι οὔτε σε οὔτε τὸν ἄρχοντά σου φοβηθῆναι ἔχω. καθ᾽ ὃν τρόπον σὺ εἶπας ὅτι σήμερον ἐξάπτεται ὁ θυμός σου ἐπ᾽ ἐμοὶ, γνῶθι ὅτι αὔριον ἐξαφανίζεσθε ἐν τῷ γενέσθαι ὑμᾶς νεκροῦς. λοιπὸν οὐκ ἔτι ἔσεσθε. θνήσκετε γάρ».

§18) Τότε ἐμμανὴς γενόμενος ὁ Λουξούριος ἐβόα πρὸς τὸν ὕπατον λέγων · «Οὑκ ἀκούεις Καισαρίου λοιδωροῦντος καὶ ἀτιμάζοντος τοὺς θεοὺς ἡμῶν καὶ τοὺς ἄρχοντας ἡμῶν, ἔτι δὲ καὶ ἡμᾶς αὐτοῦς ἐξουθενοῦντος δημοσίᾳ, καὶ τοῦτον οὐκ ἀπόλλυς ἐν συντόμῳ, ἀλλ᾽ ἐᾷς ζῆν;» ἔφησέν τε ὁ ὕπατος τῷ Λουξουρίῳ · «Καὶ ποίᾳ τοῦτον ἀποφάσει δέον τεθνάναι;» καὶ ὁ Λουξούριος ἔφη · «Πρῶτον μέντοι συναχθήτω ἅπας ὁ δῆμος ὁ ἐν ταύτῃ τῇ πόλει ἐν τοῦτῳ τῷ τόπῳ εἰς τὸν σεπτὸν ναὸν τοῦ Ἀπόλλωνος, ἐν ᾧ κατάδηλος τοῖς πᾶσιν ἐγένετο ἡ αὐτοῦ μαγικὴ τέχνη, καὶ οὕτως τῇ ἁπάντων ψήφῳ ἀναιρεθήτω».

§19) Ὡς οὖν ὑπέστρεψαν τὸν μακάριον Καισάριον εἰς τὸν ναὸν τοῦ Ἀπόλλωνος, καὶ ἔστησαν εἰς τὸν τόπον ἐν ᾧ ἦν τὸ τοῦ ἀρχιερέως Φιρμίνου σῶμα ἐρριμμένον, οὕτως διεσάφησεν λαμπρᾷ τῇ φωνῇ ὁ Λουξούριος τῷ λαῷ λέγων · «Ἀκούσατε, πᾶσα ἡλικία, καὶ ἐπίγνωτε Καισάριον ἄνδρα ἀπειθῆ γενόμενον, ὅστις οὐδὲ τοῖς μεγίστοις θεοῖς τὸ ὀφειλόμενον σέβας ἀπονέμει καθὼς πάντες ἡμεῖς, οὔτε δὲ τοὺς ἄρχοντας ἡμῶν δειλιᾷ. πρὸς ἔτι γε μὴν καὶ φόνον ἠργάσατο. ταῖς γὰρ αὐτοῦ μαγίαις καὶ ἐπαοιδίαις τὸν ἀρχαιότατον ἡμῶν ναὸν τοῦ μεγάλου Ἀπόλλωνος εἰς τὸ ἔδαφος κατέαξεν».

§20) Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἀκούσας ὁ μακάριος Καισάριος ταῦτα, ἔκραξεν φωνῇ μεγάλῃ λέγων · «Ἀκούσατέ μου, ἀδελφοὶ καὶ τέκνα μου ἀγαπητὰ, εἰ δίκαιόν ἐστιν ἵνα ἀνθρώπους φοβοῦμαι μᾶλλον ἢ τὸν θεὸν, τὸν ποιητὴν πάντων ὁρατῶν τε καὶ ἀοράτων · ύμεῖς αὐτοὶ κρίνατε · ἐπίγνωτε τοίνυν τὸν μόνον ἀληθινὸν θεὸν τὸν ποιήσαντα ἡμᾶς, ὅπως καθαρθῇ ἡ πόλις ὑμῶν ἀπὸ τῶν μολυσμάτων τῶν ματαίων εἰδώλων καὶ ἀπὸ τοῦ πικροῦ θανάτου καὶ τῆς ἐκχύσεως τῶν ἀθώων αἱμάτων. διὸ παραινῶ τὴν ὑμετέραν ἀγάπην, ἵνα μετανοήσῃ εἷς ἕκαστος ὑπὲρ τῶν ἀθώων αἱμάτων τῶν ἐκχυθέντων ὑφ᾽ ὑμῶν ἐπὶ τὴν γῆν, καὶ πιστεύσῃ τῷ μόνῳ θεῷ τῷ ἀληθινῷ σωτῆρι ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ὅστις ἐστὶν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ υἱὸς τοῦ θεοῦ ὁ μονογενής».

§21) Τότε ἔκραξεν πᾶς ὁ λαὸς, μεγάλῃ τῇ φωνῇ λέγοντες · «Ἀγαθὸς ὁ ἄνθρωπος οὗτος καὶ δίκαια λέγει». ἀκούσας δὲ ταῦτα ὁ παράνομος Λουξούριος καὶ θυμοῦ πλησθεὶς, προσέταξεν τοῖς παρεστῶσιν αὐτῷ, καὶ ἐξαγαγὼν τὸν ἅγιον Καισάριον ἐκ μέσου τοῦ λαοῦ καὶ πάλιν ἐκέλευσεν ἀπαναχθέντα αὐτὸν καὶ κατακλεισθῆναι ἐν τῇ φυλακῇ. ἐποίησεν δὲ ὁ μακάριος μάρτυς ἐν τῇ φυλακῇ ἐνιαυτὸν ἕνα καὶ μῆνα ἕνα.

Κεφάλαιον Γʹ. Leontii conversio et beata mors. Caesarius et Iulianus, a Luxurio primo civitatis damnati et sacco inclusi, demerguntur in mare. Luxurius secundum Caesarii prophetiam a serpente necatur. Caesarii et Iuliani corpora ab Eusebio monacho sepeliuntur.

§22) Συμπληρωθέντος δὲ τοῦ καιροῦ, προσέταξεν δὲ ὁ δυσσεβὴς Λουξούριος ἐκβληθῆναι τὸν ἅγιον Καισάριον ἐκ τῆς φυλακῆς, καὶ ἀποστέλλει πρὸς Λεόντιον τὸν ὕπατον, ὅστις καὶ ἦν ὑποβαλὼν αὐτῷ ὅπως συντόμως ἀναιρεθῇ. ἐκβληθέντος δὲ τοῦ μακαρίου Καισαρίου ἐκ τῆς φυλακῆς, ἦν κατατακεὶς τῷ σώματι πάνυ, ἡ δὲ κόμη τῆς κεφαλῆς αὐτοῦ ἦν αὐξηθεῖσα, ὥστε σκέπεσθαι αὐτὸν ὑπὸ τῶν αὐτοῦ τριχῶν. ἦν γὰρ γυμνὸς τῷ σώματι. τοιγαροῦν ἄγγελος κυρίου τοῦτον ἡμέρας καὶ νυκτὸς ἐφύλαττεν.

§23) Τότε δὴ ἄγουσιν τὸν μακάριον Καισάριον ἐν μέσῳ τῆς ἀγορᾶς. ὡς οὖν εἰσῆλθεν ὁ ἅγιος μάρτυς καὶ ἔστη ἐν μέσῳ πάντων, εἶπεν πρὸς τοὺς στρατιώτας τοὺς τῇ ἀλύσει δέσμιον αὐτὸν κατέχοντας · «Μικρὸν, παρακαλῶ ὑμᾶς, ἀνάσχεσθέ μου, ὅπως εὐχαριστήσω τῷ κυρίῳ μου Ἰησοῦ Χριστῷ, τῷ ἀξιώσαντί με μέτοχον γενέσθαι τῶν δούλων αὐτοῦ τῶν εὐαρεστησάντων αὐτῷ». αὐτίκα γοῦν πεσὼν εἰς τὴν γῆν καὶ κλίνας γόνυ, προσεκύνησεν τῷ κυρίῳ λέγων · «Κύριε ὁ θεὸς, ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δεῖξον ἡμῖν τὸ ἔλεός σου». ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐγένετο φῶς μέγα, λάμψαν ὡς ἀστραπή. ὃ καὶ ὑπεράσπισεν τὸν μακάριον.

§24) Ἰδὼν δὲ τοῦτο Λεόντιος ὁ ὕπατος ἤρξατο μεγάλῃ τῇ φωνῇ κράζειν καὶ λέγειν · «Ἀληθῶς εἷς ἔστιν κύριος ὁ θεὸς ὃν κηρύσσει Καισάριος ὁ διάκονος». καὶ προσελθὼν τοῖς ποσὶν τοῦ ἁγίου μάρτυρος, κλαίων ἐξεδύσατο τὴν διπλοΐδα αὐτοῦ ἥνπερ ἠμφίετο, καὶ περιέβαλεν αὐτὴν τῷ μακαρίῳ Καισαρίῳ. καὶ οὕτως ἤρξατο αἰτεῖν καὶ παρακαλεῖν αὐτὸν ἐνώπιον παντὸς τοῦ λαοῦ, ὅπως βαπτισθῇ ὑπ᾽ αὐτοῦ. πρὸς ὅν ἀποκριθεὶς ὁ μακάριος Καισάριος εἶπεν · «Σὺ μόνον πίστευσον εἰς ἕνα θεὸν Πατέρα παντοκράτορα, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ». παραυτὰ δὲ ἐπίστευσεν τῷ κυρίῳ πανοικεί. τότε λαβὼν ὕδωρ ὁ μακάριος ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

§25) Ἐν αὐτῇ οὖν τῇ ὥρᾳ, ἐλθὼν πρεσβύτερός τις ὀνόματι Ἰουλιανὸς μετέδωκεν αὐτοῖς τοῦ πανσέπτου καὶ τιμίου σώματός τε καὶ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. μετὰ οὖν τὸ δέξασθαι αὐτοὺς πάντα τὰ θεῖα μυστήρια τῆς πίστεως, ηὔξατο ὁ μακάριος Ἰουλιανὸς ὁ πρεσβύτερος ἐπὶ τὸν Λεόντιον, καὶ πληρώσαντος αὐτοῦ τὴν εὐχὴν, μετὰ δόξης παραχρῆμα ὁ Λεόντιος αὐτῇ τῂ ὥρᾳ παρέδωκεν τῷ κυρίῳ.

§26) Τότε τοίνυν ὁ Λουξούριος ἐκέλευσεν κρατηθῆναι τοὺς μακαρίους Ἰουλιανὸν τὸν πρεσβύτερον καὶ Καισάριον τὸν διάκονον, οἳς καὶ ἀπεφήνατο κατ᾽ αὐτῶν ἀπόφασιν τοιάνδε λέγων, ὅπως οἱ δύο ἅμα ἐν σάκκῳ βληθέντες, οὕτως καταποντισθῆναι αὐτοὺς ἐν τῷ πελάγει τῆς θαλάσσης. τὸ δὲ τοῦ ὁσίου Λεοντίου σῶμα συστείλαντες ἥ τε γυνὴ αὐτοῦ καὶ τὰ τέκνα, ἔθαψαν αὐτὸν πλησίον τῆς πόλεως εἰς τὸν ἄγρον αὐτοῦ, τῇ πρὸ τριῶν Καλανδῶν Νοεμβρίων, καὶ οὕτως ἀνεπαύετο ἐν κυρίῳ.

§27) Τῇ οὖν ἑτέρᾳ νυκτὶ ἤγουν μετὰ τρεῖς ἡμέρας ἀπαγομένων τῶν ἁγίων μαρτύρων, Ἰουλιανοῦ φημι καὶ Καισαρίου, ὅπως ἐν τῇ θαλάσσῃ αὐτοὺς ῥιφῆναι προέταξαν οἱ παράνομοι. ὁ οὖν μακάριος ὁ Καισάριος ὰνοίξας τὸ στόμα αὐτοῦ εἶπεν πρὸς τὸν Λουξούριον · «Γνῶθι ὡς ἐμὲ μὲν τὸ ὕδωρ τὸ ἀναγεννῆσάν με ὡς ἤδη υἱὸν ἐξ αὐτοῦ με τεχθέντα ὑποδέχεται, καὶ τοῦτό με μάρτυρα παραχρῆμα ἀναδείξει, τοῦ θεοῦ μου οὕτως εὐδοκήσαντος, ἅμα τῷ τιμιωτάτῳ μου πατρὶ καὶ πρεσβυτέρῳ Ἰουλιανῷ τῷ καὶ πρῶτόν με χριστιανὸν ποιήσαντι. σὲ δὲ οὖν, Λουξούριε, σήμερον καταλαμβάνει ἡ τοῦ θεοῦ δικαία κρίσις τοῦ ἐναχθῆναι ἐπὶ σὲ, ὡς ζῶν ὑπὸ ὄφεως βρωθήσει, ἵνα γνῷ πᾶσα πατρὶς ὅτι ἐκδικῶν ἐκδικήσει κύριος τὸ αἷμα τῶν δούλων αὐτοῦ ἅμα καὶ τῶν παρθένων, οὓς σὺ κατατήξας ἀνεῖλες, καὶ ὅτιπερ έμὲ μὲν ὑπὸ τῶν σῶν ὑπηρετὧν τῷ ὕδατι καταποντισθῆναι προστάττεις, σὺ δὲ ἔσῃ εἰς τὰ κατώτατα τοῦ ἅδου ὑπὸ τοῦ θεοῦ μου καταχθονιζόμενος».

§28) Ταῦτα δὲ καὶ τὰ τούτοις ὅμοια τοῦ αθλοφόρου μάρτυρος Καισαρίου ἐνώπιον πάντων καὶ τῷ παρανόμῳ Λουξουρίῳ λέγοντος, ἐνεβλήθησαν ἐν τῷ σάκκῳ οἱ ἅγιοι μάρτυρες, Ἰουλιανὸς ὁ πρεσβύτερος καὶ Καισάριος ὁ διάκονος, οὕτως τε ὁμοθυμαδὸν ἐχαλάσθησαν ἐν τῇ θαλάσσῃ. ἐν αὐτῇ δὲ τῇ ἡμέρᾳ ἐν ᾗ κατήχθησαν οἱ ἅγιοι τοῦ Χριστοῦ μάρτυρες εἰς τὸν αἰγιαλὸν, ἐξήγαγεν αὐτοὺς τὸ ῥεῦμα τῇ τοῦ θεοῦ χάριτι εἰς τὸν τόπον ἐν ᾧ ἔκειτο ὸ Λουξούριος ἐπὶ τοῦ ἐδάφους ὅλος ὀγτκωθείς.

§29) Τῆς γὰρ μοίρας αὐτοῦ ἔτι δὲ καὶ ἣν ἔσχεν κατά τῶν ἁγίων μανίαν καὶ λύσσαν πέρας ἐδήλωσεν · τὰ κατ᾽ αὐτὸν ἀπόδειξιν ἔχει. συνέβη γὰρ τὸν αὐτὸν Λουξούριον ἐν τῷ ἵππῳ αὐτοῦ καθεζόμενον πορεύεσθαι ἀριστῆσαι. ἐπειδὴ δὲ ἔσπευδεν εἰς τὸ ἄριστον, προέδραμεν αὐτὸς σὺν τῷ ἵππῳ μόνος · καὶ δὴ πλησιάσαντος ὑπό τι δένδρον, τῆς πονηρᾶς αὐτοῦ πράξεως δῆλον ὅτι ἐπὶ τοῦτο αὐτὸν ἀγούσης, συνέβη δὲ διὰ τῆς κεφαλῆς αὐτοῦ καὶ τῶν ὤμων τοῦ στιχαρίου αὐτοῦ καὶ τῆς κοιλίας · ἐν οἷς ἐν τῇ κοιλίᾳ αὐτοῦ εἰσελθὼν, μέχρι τῆς καρδίας αὐτοῦ ἤγγισεν.

§30) Κείμενος δὲ ἐξογκούμενος, πρὶν ἢ αὐτὸν ἀποπνεῦσαι εἶδεν τοῖς ὀφθαλμοῖς ἑαυτοῦ, καὶ ἰδοὺ οἱ ἅγιοι μάρτυρες ψάλλοντες ἦσαν ἀμφότεροι ἐπὶ τῷ αἰγιαλῷ τῆς θαλάσσης κείμενοι. μετὰ τιμῆς οὗν μεγάλης καὶ ὑπηρεσίας τῆς προσηκούσης, τὰ σώματα τῶν ἁγίων καὶ καλλινίκων μαρτύρων, Ἰουλιανοῦ φημι τοῦ πρεσβυτέρου καὶ Καισαρίου τοῦ διακόνου, ἐκ τῶν κυμάτων ἐξήγαγον ἄνδρες τινὲς εὐλαβεῖς. ὅπερ ὁ αὐτὸς Λουξούριος καθ᾽ ἃ εἴρηται ὀφθαλμῷ φανῶς ἑώρα · πρὶν αὐτὸν ἐκπνεῦσαι ἐκραύγαξεν ἐν ἑαυτῷ. συνῆξε δέ τις δοῦλος θεοῦ, ὃστις καὶ συνέμενεν ἅμα τῷ ἁγίῳ Καισαρίῳ · ἅπερ καὶ ἔθαψεν νυκτὸς ἐν τόπῳ πλησίον τῆς πόλεως Τερρακίνης, ὑπὸ τὴν ἡμέραν τῶν Καλανδῶν Νοεμβρίων, εἰς δόξαν καὶ ἔπαινον Χριστοῦ τοῦ θεοῦ ἡμῶν.

§31) Μετὰ οὖν πέντε ἡμέρας εὑρέθη ὁ αὐτὸς δοῦλος τοῦ θεοῦ τοὔνομα Εὐσέβιος ἐν αὐτῷ τῷ τόπῳ ἐν ᾦ ἦν καταθέμενος τοὺς ἁγίους μάρτυρας τοῦ Χριστοῦ, νηστεύων καὶ εὐχόμενος καὶ ψάλλων ἀδιαλείπτως κυρίῳ τῷ θεῷ ἡμῶν. τοῦτο δὲ θεασάμενοι πολλοὶ συνέτρεχον τῷ μακαρίῳ Εὐσεβίῳ ἀπὸ τῆς πόλεως Τερρακίνης, διὰ τὸ ὡς εἴρηται πλησιάζειν τὸν τόπον τῇ πόλει · πολλοὶ μὲν οὖν ἐπέστρεφον πρός κύριον καὶ ἐβαπτίζοντο ὑπὸ τοῦ μακαρίου Φίλικος τοῦ πρεσβυτέρου.

Κεφάλαιον Δʹ. Felix presbyter et Eusebius monachus a Leontio filio Leontii consularis capite plectuntur. Eorum corpora a Quarto presbytero iuxta corpus sancti Cæsarii sepulta.

§32) Ταῦτα δὲ ἀκούσας Λεόντιος ὁ υἱὸς Λεοντίου τοῦ ὑπάτου, θυμομαχῶν διὰ τὸν θάνατον τοῦ πατρὸς αὐτοῦ, ἀπέστειλεν στρατιώτας καὶ ἐκέλευσεν κρατηθῆναι τὸν μακάριον Φίλικα τὸν πρεσβύτερον καὶ Εὐσέβιον τὸν μοναχόν · οὓς καὶ προσέταξεν κατὰ πρόσωπον τῶν ἐκεῖσε πολιτῶν ἀχθῆναι ἐπὶ τῆς ἀγορᾶς πρὸς ἐρώτησιν.

§33) Προκαθίσας τε ἐπὶ τοῦ βήματος ὁ δυσσεβὴς Λεόντιος ἅμα τῶν τὰ πρῶτα φερόντων τῆς αὐτῆς πόλεως, οὕτως διελάλησεν αὐτοῖς · «Εἴπατε ἡμῖν, δοῦλοί ἐστε ἢ εὐγενεῖς;» πρὸς ὃν ἀποκριθέντες οἱ ἅγιοι Φίλιξ πρεσβύτερος καὶ Εὐσέβιος μοναχὸς εἶπαν · «Δοῦλοί ἐσμεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». καὶ πάλιν πρὸς αὐτοὺς ἔφη · «Διασαφήσατε ἡμῖν τὰ ὀνόματα ὑμῶν». οἱ ἅγιοι εἶπαν · «Ἐγὼ μὲν Φίλιξ καλοῦμαι, ἀνάξιος πρεσβύτερος». ἀποκριθεὶς δὲ καὶ ὁ ἕτερος αὐτοῦ ἔφη · «Κἀγὼ Εὐσέβιος λέγομαι, ἁμαρτωλὸς μοναχός». Λεόντιος εἶπεν πρὸς αὐτούς · «Εἴπατε ἡμῖν, κατὰ τῆς πολιτείας καὶ τῶν ἀρχόντων ἐτολμήσατε κηρῦξαι νέαν διδαχήν;» ἀποκριθέντες οὖν οἱ ἅγιοι Φίλιξ καὶ Εὐσέβιος εἶπαν αὐτῷ · «Ἡμεῖς κηρύσσομεν Ἰησοῦν Χριστὸν, ἥτις ἐστὶν ὑγιὴς καὶ σωτηριώδης διδασκαλία, καὶ ἐπιστροφὴ πάντων πρὸς αὐτὸν καὶ τοῦ ἐπιγινώσκεσθαι αὐτόν».

§34) Ἀποκριθεὶς Λεόντιος εἶπεν πρὸς τοὺς παρεστῶτας αὐτῷ · «Ἀκούσατε, λαοὶ, τί ὑμῖν φαίνεται;» ἄλλοι μὲν ἔκραζον καλὴν εἶναι τὴν τοιαύτην πίστιν. ἄλλοι ἔλεγον · «Οὐχὶ, ἀλλὰ ἀπατῶσιν τὸν λαόν». ταῦτα δὲ καὶ τὰ τούτοις ὅμοια, ἀμφιβαλλόντων αὐτῶν, ἐκέλευσεν ὁ παράνομος Λεόντιος ὅπως ἀπαχθῆναι πάλιν τοὺς ἁγίους ἐν τῇ φυλακῇ, προστάξας στρατιώτας ἀσφαλῶς τηρεῖν αὐτοὺς, καὶ οὕτως ἀπέστη ἀπ᾽ αὐτῶν ὁ λαός.

§35) Καταλαβούσης δὲ τῆς νυκτὸς, στέλλει πρὸς αὐτὸς ὁ παράνομος Λεόντιος πλῆθος στρατιωτῶν ἐν τῇ φυλακῇ, ὅπως ἀναγκάσωσιν αὐτοῦς θῦσαι. οἱ οὖν μακάριοι μάρτυρες θεασάμενοι τοὺς στρατιώτας ἐλθόντας πρὸς αὐτοὺς, ἅμα μὲν ἐμπεδῶντες αὐτοὺς, ἅμα δὲ ἐξουθενοῦντες, μετὰ παρρησίας ἔκραζον δοξολογοῦντες τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ ἔλεγον · «Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία».1 ἐν αὐτῇ οὖν τῇ νυκτὶ ὁ ἀσεβέστατος τύραννος Λεόντιος ἐκέλευσεν τοῖς στρατιώταις αὐτοῦ ὅπως τοὺς ἁγίους μάρτυρας καρατομήσωσιν, ἔτι δὲ καὶ τὰ τίμια σώματα τῶν ἁγίων ἐν τῷ ποταμῷ ῥιφῆναι προσέταξεν. ὅπερ καὶ γέγονεν · ἀλλ᾽ ἡ τοῦ θεοῦ χάρις ἀβλαβῆ διεφύλαξεν.

§36) Βληθέντων δὲ τῶν ἁγίων σωμάτων ἐν τῷ ποταμῷ, ἦλθον φερόμενα ἐπὶ τῶν ὑδάτων μέχρι τῆς θαλάσσης · καθὼς προέφημεν, ἡ χάρις τοῦ θεοῦ ταῦτα διασῶσασα ἀπέθετο διὰ τὸ χεῖλος τῆς θαλάσσης πλησίον τῶν στροβίλων · καὶ ἰδοὺ πρεσβύτερός τις ὀνόματι Κούαρτος, ἐκ τῆς πόλεως Καπούας οὕτω καλουμένης, ὡς συνέβη τοῦτον παρέρχεσθαι διὰ τοῦ τόπου ἐκείνου θεάσασθαι αὐτὸν, τὰ τῶν ἐνδόξων μαρτύρων σώματα ἄνευ τῶν τιμίων αὐτῶν κεφαλῶν ἐπὶ τῆς ὄχθης θεωρεῖ κείμενα. συνῆξεν δὲ ταῦτα, καὶ ἐπέθηκεν ἐπὶ ἁμάξῃ. ἃ καὶ ἀπήγαγεν εἰς τὴν οἰκίαν αὐτοῦ. ἤρξατο τοίνυν ἐπιμελῶς ἐκζητεῖν τὰς τῶν ἁγίων μαρτύρων κεφαλάς.

§37) Τῇ οὖν ἐπιούσῃ ἡμέρᾳ εὗρεν αὐτὰς σώας καὶ ἀμολύντους, καὶ ταῦτας συνάξας ἐπέθηκεν τοῖς σώμασιν. ἅπερ καὶ τῇ προσηκούσῃ ὁσίᾳ ταφῇ παρέδωκεν ἐν τῷ τόπῳ ἐν ᾧ τὸ πάνσεπτον σῶμα τοῦ ἀοιδίμου μάρτυρος Καισαρίου τοῦ διακόνου κεῖται. ὑπὸ τὸν μῆνα νοεμβρίου ἐπιτελεῖται ἡ μνήμη αὐτῶν ἡμέρᾳ πρώτῃ · ἐν ᾧ τοίνυν τόπῳ δἰ αὐτῶν πάμπολλαι δωρεαὶ καὶ ἰάσεις καὶ θαύματα μέγιστα ἐπιτελοῦνται, εἰς δόξαν καὶ ἔπαινον Χριστοῦ τοῦ θεοῦ ἡμῶν, μέχρι τῆς σήμερον ἡμέρας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ · δἰ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


  1. Luke 2:14. This verse forms part of the Greater Doxology. ↩︎