Memorial of Cyrillus, archbishop of Jerusalem / Μνήμη Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων
Οὗτος ἐγένετο ἐπὶ Κονσταντίνου τοῦ Μεγάλου, πρότερον μοναχὸς γενόμενος καὶ ἀσκήσας, ὕστερον διὰ τὸν ἐνάρετον αὐτοῦ πολιτείαν προεχειρίσθη ἐπίσκοπος Ἱεροσολύμων· ὅυτως δὲ ὁσίως διαπρέψας ἐν τῇ ἀρχιεροσύνῃ, ὡς καὶ ἐν τῇ συνόδῳ προσκληθῆναι, καὶ ἐπιστομῆσαι καὶ καταισχύναι τὸν δυσσεβῆ Μάνεντα, καὶ τὸν σύμφρονα αὐτοῦ λῆρον καὶ πνευματομάχον Μακεδόνιον, καὶ πληρῶσαι τὴν πανήγυριν τῶν ὀρθοδόξων χαρᾶς καὶ εὐφροσύνης πνευματικής. Καλῶς δὲ ἀγωνισάμενος ἐν τοῖς ὀρθοδόξοις δόγμασι, καὶ θαύματα πλεῖστα εἰς δόξαν Θεοῦ ἐργασάμενος, καὶ τὸ καταπιστευθὲν αὐτῷ ἐκ Θεοῦ ποίμνιον καλῶς ἰθύνας, πρὸς Κύριον ἐξεδήμησεν, ἀπολαβὼν τὴν αἰώνιον βασιλείαν καὶ ζωὴν, καὶ συνευφραινόμενος τοῖς Ἁγίοις.